Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.38 Dem. 50.42 (English) >>Dem. 50.46

50.40 ἐγὼ μὲν τόν τε ὑπὲρ ἐμαυτοῦ χρόνον καὶ τοῦ συντριηράρχου λελῃτουργηκὼς ἐπετριηράρχησα ὑπὲρ ὑμῶν, σὺ δʼ οὐδὲν ἀνηλωκὼς οὐκ ἀξιοῖς οὐδὲ τὸν ὑπὲρ σεαυτοῦ χρόνον, παραλαβὼν τὴν ναῦν, λῃτουργῆσαι, οὐδὲ τὰ ἀναλώματʼ ἀποδοῦναι;” λέγοντος δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι μύθους λέγοιμι. δὲ στρατηγὸς ἐμβαίνειν με ἐκέλευεν εἰς τὴν ναῦν καὶ ἀνάγεσθαι μεθʼ ἑαυτοῦ. ὡς οὖν ταῦτʼ ἀπεκρίνατο, ἀνάγνωθί μοι τὴν μαρτυρίαν.Μαρτυρία

50.41βούλομαι δʼ ὑμῖν καὶ τεκμήριόν τι εἰπεῖν, ἵνʼ εἰδῆτε ὅτι περιφανῶς ἠδίκημαι. Ἁγνίᾳ γὰρ καὶ Πραξικλεῖ ὑπὸ τὸν αὐτὸν χρόνον κατέστησαν διάδοχοι Μνησίλοχός τε Περιθοίδης καὶ Φρασιηρίδης Ἀναφλύστιος. οὐκ ἀφικομένου δὲ τοῦ Φρασιηρίδου ἐπὶ τὴν ναῦν, Μνησίλοχος ἐλθὼν εἰς τὴν Θάσον παρέλαβέ τε παρὰ τοῦ Ἁγνίου τὴν τριήρη, 50.42καὶ τὸ ἐπιτριηράρχημα ἀπέδωκεν τῷ Ἁγνίᾳ τοῦ χρόνου οὗ ἐπανήλωσεν ὑπὲρ αὐτῶν, ὅσον ἔπεισεν, καὶ τὰ σκεύη παρὰ τοῦ Ἁγνίου ἐμισθώσατο, καὶ αὐτὸς ἐτριηράρχει. ὕστερον δʼ οἱ παρὰ τοῦ Φρασιηρίδου ἐλθόντες τῶν τε ἀνηλωμένων τὸ μέρος ἀπέδοσαν τῷ Μνησιλόχῳ, καὶ τοῦ λοιποῦ χρόνου ὅσα ἐδεῖτο εἰς τὴν ναῦν συνανήλισκον. καί μοι τούτων ἀνάγνωθι τὴν μαρτυρίαν.Μαρτυρία

50.43ἴσως οὖν, ἄνδρες δικασταί, ποθεῖτε ἀκοῦσαι, διὰ τί ποτε στρατηγὸς οὐκ ἠνάγκαζε τοῦτον παραλαμβάνειν τὴν ναῦν, διάδοχον ἥκοντα ἐπʼ αὐτήν, τῶν νόμων οὕτως ἰσχυρῶν ὄντων. περὶ δὴ τούτων βούλομαι ὑμᾶς σαφῶς διδάξαι τὸ αἴτιον. Τιμόμαχος γάρ, ἄνδρες δικασταί, πρῶτον μὲν ἐβούλετο εὖ κατεσκευασμένῃ τῇ τριήρει πρὸς ἅπαντα χρῆσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 50.38 Dem. 50.42 (English) >>Dem. 50.46

Powered by PhiloLogic